Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.140.5 | Hdt. 3.142.3 (English) | >>Hdt. 3.143.2 |
3.142.1
τῆς δὲ Σάμου Μαιάνδριος ὁ Μαιανδρίου εἶχε τὸ κράτος , ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν · τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο .
3.142.2 ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη ὁ Πολυκράτεος θάνατος , ἐποίεε τοιάδε · πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί · μετὰ δέ , ὥς οἱ ἐπεποίητο , ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε ·
3.142.3 “ἐμοί , ὡς ἴστε καὶ ὑμεῖς , σκῆπτρον καὶ δύναμις πᾶσα ἡ Πολυκράτεος ἐπιτέτραπται , καί μοι παρέχει νῦν ὑμέων ἄρχειν . ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω , αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω · οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει . Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ , ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω .
3.142.4 τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι , ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι , ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπʼ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου · τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι .”
3.142.5 ὁ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο · τῶν δέ τις ἐξαναστὰς εἶπε · “ἀλλʼ οὐδʼ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν , γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος · ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.140.5 | Hdt. 3.142.3 (English) | >>Hdt. 3.143.2 |